Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.137 Joseph. AJ 2.141 (English) >>Joseph. AJ 2.145

2.139τοὺς μὲν ἄλλους ἔκπληξις ἔλαβε καὶ πρὸς τὸ πάθος ἀφωνία, Ἰούδας δὲ καὶ τὸν πατέρα πείσας ἐκπέμψαι τὸ μειράκιον καὶ τἆλλα δραστήριος ὢν ἀνὴρ ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας ἔκρινε παραβάλλεσθαι, 2.140καίδεινὰ μέν, εἶπεν, στρατηγέ, τετολμήκαμεν εἰς σὲ καὶ τιμωρίας ἄξια καὶ τοῦ κόλασιν ὑποσχεῖν ἅπαντας ἡμᾶς δικαίως, εἰ καὶ τὸ ἀδίκημα μὴ ἄλλου τινός, ἀλλʼ ἑνὸς τοῦ νεωτάτου γέγονεν. ὅμως δὲ ἀπεγνωκόσιν ἡμῖν τὴν διʼ αὐτοῦ σωτηρίαν ἐλπὶς ὑπολέλειπται παρὰ τῆς σῆς χρηστότητος ἐγγυωμένη τὴν τοῦ κινδύνου διαφυγήν. 2.141καὶ νῦν μὴ πρὸς τὸ ἡμέτερον ἀφορῶν μηδὲ τὸ κακούργημα σκοπῶν, ἀλλὰ πρὸς τὴν σαυτοῦ φύσιν καὶ τὴν ἀρετὴν σύμβουλον ποιησάμενος ἀντὶ τῆς ὀργῆς, ἣν οἱ τἆλλα μικροὶ πρὸς ἰσχύος λαμβάνουσιν οὐκ ἐν τοῖς μεγάλοις μόνον ἀλλὰ καὶ ἐπὶ τοῖς τυχοῦσιν αὐτῇ χρώμενοι, γενοῦ πρὸς αὐτὴν μεγαλόφρων καὶ μὴ νικηθῇς ὑπʼ αὐτῆς, ὥστε ἀποκτεῖναι τοὺς οὐδʼ αὐτοὺς ὡς ἰδίας ἔτι τῆς σωτηρίας ἀντιποιουμένους, ἀλλὰ παρὰ σοῦ λαβεῖν αὐτὴν ἀξιοῦντας. 2.142καὶ γὰρ οὐδὲ νῦν πρῶτον ἡμῖν αὐτὴν παρέξεις, ἀλλὰ τάχιον ἐλθοῦσιν ἐπὶ τὴν ἀγορὰν τοῦ σίτου καὶ τὴν εὐπορίαν τῆς τροφῆς ἐχαρίσω δοὺς ἀποκομίζειν καὶ τοῖς οἰκείοις ὅσα κινδυνεύοντας αὐτοὺς ὑπὸ τοῦ λιμοῦ διαφθαρῆναι περιέσωσε.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.137 Joseph. AJ 2.141 (English) >>Joseph. AJ 2.145

Powered by PhiloLogic